Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.331 Joseph. AJ 2.336 (English) >>Joseph. AJ 2.340

2.334

Τοσαῦτα εἰπὼν ἦγεν αὐτοὺς ἐπὶ τὴν θάλασσαν τῶν Αἰγυπτίων ὁρώντων· ἐν ὄψει γὰρ ἦσαν καὶ τῷ πόνῳ τεταλαιπωρημένοι τῆς διώξεως εἰς τὴν ὑστεραίαν τὴν μάχην ὑπερβαλέσθαι καλῶς ἔχειν ὑπελάμβανον. ἐπειδὴ δὲ πρὸς τῷ αἰγιαλῷ Μωυσῆς ἐγεγόνει, λαβὼν τὴν βακτηρίαν τὸν θεὸν ἱκέτευε καὶ σύμμαχον καὶ βοηθὸν ἐκάλει λέγων· 2.335οὐδʼ αὐτὸς μὲν ἀγνοεῖς, ὅτι φυγεῖν ἡμῖν ἐκ τῶν παρόντων οὔτε κατὰ ῥώμην οὔτε κατʼ ἐπίνοιάν ἐστιν ἀνθρωπίνην, ἀλλʼ εἰ δή τι πάντως σωτήριον στρατῷ τῷ κατὰ τὴν σὴν βούλησιν ἀφέντι τὴν Αἴγυπτον, σόν ἐστιν ἐκπορίζειν. 2.336ἡμεῖς τε ἄλλην ἀπεγνωκότες ἐλπίδα καὶ μηχανὴν εἰς τὴν ἀπὸ σοῦ μόνου καταφεύγομεν, καὶ εἴ τι παρὰ τῆς σῆς ἔλθοι προνοίας ἐξαρπάσαι τῆς Αἰγυπτίων ὀργῆς ἡμᾶς δυνάμενον ἀφορῶμεν. ἀφίκοιτο δὲ τοῦτο ταχέως τὴν σὴν ἐμφανίσον ἡμῖν δύναμιν καὶ τὸν λαὸν ὑπὸ ἀνελπιστίας καταπεπτωκότα πρὸς τὸ χεῖρον ἀναστῆσον εἰς εὐθυμίαν καὶ τὸ περὶ τῆς σωτηρίας θάρσος. 2.337ἐν οὐκ ἀλλοτρίοις δʼ ἐσμὲν τοῖς ἀπόροις, ἀλλὰ σὴ μὲν θάλασσα, σὸν δὲ τὸ περικλεῖον ἡμᾶς ὄρος, ὡς ἀνοιγῆναι μὲν τοῦτο σοῦ κελεύσαντος, ἠπειρωθῆναι δὲ καὶ τὸ πέλαγος, εἶναι δὲ ἡμῖν ἀποδρᾶναι καὶ διʼ ἀέρος δόξαν ἰσχύι τῇ σῇ τοῦτον ἡμᾶς σώζεσθαι τὸν τρόπον.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.331 Joseph. AJ 2.336 (English) >>Joseph. AJ 2.340

Powered by PhiloLogic